ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες· ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων· ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.