<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="517">οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν</l><l n="518">Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.</l><l n="519"><milestone ed="P" unit="para"/>τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης</l><l n="520">ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ</l><l n="521">οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,</l><l n="522">ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων</l><l n="523">νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν</l><l n="524">ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων</l><l n="525">ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα</l><l n="526">πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·</l><l n="527">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="528">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·</l><q><l n="529">ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,</l><l n="530">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·</l><l n="531">αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="532">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.</l></q><milestone ed="p" n="533" unit="card"/><l n="533"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα</l><l n="534">Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα</l><l n="535">Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι</l><l n="536">τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.</l><l n="537">τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·</l><l n="538">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="539">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·</l><l n="540">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="541"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους</l><l n="542">υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,</l><l n="543">τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ</l><l n="544">ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο</l><l n="545">Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,</l><l n="546">ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·</l><l n="547">Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,</l><l n="548">ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,</l><l n="549">Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="550">τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν</l><l n="551">Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,</l><l n="552">τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="553">ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.</l><l n="554">οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν</l><l n="555">ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·</l><l n="556">τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα</l><l n="557">σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ</l><l n="558">ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·</l><l n="559">τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε</l><l n="560">καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.</l><l n="561"><milestone ed="P" unit="para"/>τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,</l><l n="562">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l><l n="575">αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.</l><milestone ed="p" n="576" unit="card"/><l n="576"><milestone ed="P" unit="para"/>ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ</l><l n="577">ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.</l><l n="578">τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="579">ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·</l><l n="580">Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα</l><l n="581">ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·</l><l n="582">χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν</l><l n="583">ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.</l><l n="584">Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·</l><l n="585">αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου</l><l n="586">κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.</l><l n="587">δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·</l><l n="588">ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·</l><l n="589">τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.</l><l n="590"><milestone ed="P" unit="para"/>τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="591">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες</l><l n="592">καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,</l><l n="593">ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,</l><l n="594">Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,</l><l n="595">φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.</l><l n="596"><milestone ed="P" unit="para"/>τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="597">ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο</l><l n="598">στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι</l><l n="599">ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,</l><l n="600">ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·</l><q><l n="601">ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον</l><l n="602">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="603">τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·</l><l n="604">καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.</l></q></div></div></body></text></TEI>