<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="515">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα</l><l n="516">καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.</l><l n="517">οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν</l><l n="518">Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.</l><l n="519"><milestone ed="P" unit="para"/>τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης</l><l n="520">ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ</l><l n="521">οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,</l><l n="522">ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων</l><l n="523">νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν</l><l n="524">ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων</l><l n="525">ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα</l><l n="526">πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·</l></div></div></body></text></TEI>