<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="500">ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ</l><l n="501">κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,</l><l n="502">αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ</l><l n="503">λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν</l><l n="504">οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων</l><l n="505">ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.</l><l n="506">οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα</l><l n="507">θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων</l><l n="508">πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς</l><l n="509">Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει</l><l n="510">Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην</l><l n="511">οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.</l><l n="512">αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο</l><l n="513">ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.</l><l n="514">Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,</l><l n="515">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα</l><l n="516">καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.</l><l n="517">οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν</l><l n="518">Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.</l><l n="519"><milestone ed="P" unit="para"/>τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης</l><l n="520">ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ</l><l n="521">οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,</l><l n="522">ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων</l><l n="523">νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν</l><l n="524">ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων</l><l n="525">ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα</l><l n="526">πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·</l><l n="527">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="528">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·</l><q><l n="529">ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,</l><l n="530">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·</l><l n="531">αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="532">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.</l></q><milestone ed="p" n="533" unit="card"/><l n="533"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα</l><l n="534">Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα</l><l n="535">Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι</l><l n="536">τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.</l><l n="537">τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·</l><l n="538">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="539">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·</l><l n="540">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="541"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους</l><l n="542">υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,</l><l n="543">τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ</l><l n="544">ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο</l><l n="545">Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,</l><l n="546">ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·</l><l n="547">Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,</l><l n="548">ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,</l><l n="549">Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="550">τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν</l><l n="551">Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,</l><l n="552">τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="553">ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.</l><l n="554">οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν</l><l n="555">ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·</l><l n="556">τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα</l><l n="557">σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ</l><l n="558">ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·</l><l n="559">τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε</l><l n="560">καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.</l><l n="561"><milestone ed="P" unit="para"/>τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,</l><l n="562">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l><l n="575">αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.</l><milestone ed="p" n="576" unit="card"/><l n="576"><milestone ed="P" unit="para"/>ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ</l><l n="577">ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.</l><l n="578">τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="579">ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·</l><l n="580">Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα</l><l n="581">ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·</l><l n="582">χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν</l><l n="583">ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.</l><l n="584">Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·</l><l n="585">αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου</l><l n="586">κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.</l><l n="587">δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·</l><l n="588">ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·</l><l n="589">τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.</l><l n="590"><milestone ed="P" unit="para"/>τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="591">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες</l><l n="592">καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,</l><l n="593">ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,</l><l n="594">Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,</l><l n="595">φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.</l><l n="596"><milestone ed="P" unit="para"/>τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="597">ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο</l><l n="598">στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι</l><l n="599">ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,</l><l n="600">ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·</l><q><l n="601">ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον</l><l n="602">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="603">τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·</l><l n="604">καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.</l><l n="605">ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω</l><l n="606">εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.</l></q><l n="607"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.</l><l n="608">ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης</l><l n="609">εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.</l><l n="610">τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·</l><l n="611">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="612">καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ</l><l n="613">ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα</l><l n="614">ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.</l><l n="615">τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,</l><l n="616">νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,</l><l n="617">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας</l><l n="618">τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν</l><l n="619">ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.</l><l n="620">αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος</l><l n="621">ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="622">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.</l><l n="623">δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,</l><l n="624">οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,</l><l n="625">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="626">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><milestone ed="p" n="627" unit="card"/><l n="627"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="628">Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε</l><l n="629">ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.</l><l n="630">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="631">υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,</l><l n="632">τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l></q></div></div></body></text></TEI>