Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη· ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα, οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο· ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν, ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη· ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή· γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.