ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ