τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·