<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="479">τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,</l><l n="480">ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,</l><l n="481">κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.</l><l n="482">ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς</l><l n="483">ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον</l><l n="484">οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·</l><l n="485">τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις</l><l n="486">λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.</l><l n="487">μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου</l><l n="488">ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·</l><l n="489">οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.</l><l n="490">σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ</l></q></div></div></body></text></TEI>