<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="471">ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·</l><q><l n="472">Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;</l><l n="473">φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων</l><l n="474">οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.</l><l n="475">τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,</l><l n="476">ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·</l><l n="477">ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.</l><l n="478">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·</l><l n="479">τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,</l><l n="480">ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,</l><l n="481">κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.</l><l n="482">ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς</l><l n="483">ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον</l><l n="484">οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·</l><l n="485">τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις</l><l n="486">λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.</l><l n="487">μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου</l><l n="488">ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·</l><l n="489">οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.</l><l n="490">σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ</l><l n="491">ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων</l><l n="492">νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.</l><milestone ed="p" n="493" unit="card"/></q><l n="493"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·</l><l n="494">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="495">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="496">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="497">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="498">Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.</l><l n="499">ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς</l><l n="500">ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ</l><l n="501">κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,</l><l n="502">αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ</l><l n="503">λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν</l><l n="504">οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων</l><l n="505">ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.</l><l n="506">οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα</l><l n="507">θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων</l><l n="508">πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς</l><l n="509">Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει</l><l n="510">Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην</l><l n="511">οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.</l><l n="512">αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο</l><l n="513">ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.</l><l n="514">Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,</l><l n="515">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα</l><l n="516">καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.</l></div></div></body></text></TEI>