ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες. οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.