<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="470"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="471">ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·</l><q><l n="472">Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;</l><l n="473">φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων</l><l n="474">οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.</l><l n="475">τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,</l><l n="476">ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·</l><l n="477">ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.</l><l n="478">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·</l><l n="479">τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,</l><l n="480">ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,</l><l n="481">κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.</l><l n="482">ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς</l><l n="483">ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον</l><l n="484">οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·</l><l n="485">τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις</l><l n="486">λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.</l><l n="487">μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου</l><l n="488">ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·</l><l n="489">οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.</l><l n="490">σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ</l><l n="491">ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων</l><l n="492">νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.</l><milestone ed="p" n="493" unit="card"/></q><l n="493"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·</l><l n="494">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="495">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="496">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="497">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="498">Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.</l><l n="499">ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς</l><l n="500">ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ</l><l n="501">κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,</l><l n="502">αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ</l><l n="503">λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν</l><l n="504">οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων</l><l n="505">ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.</l><l n="506">οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα</l><l n="507">θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων</l><l n="508">πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς</l><l n="509">Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει</l><l n="510">Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην</l><l n="511">οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.</l><l n="512">αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο</l><l n="513">ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.</l><l n="514">Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,</l><l n="515">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα</l><l n="516">καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.</l><l n="517">οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν</l><l n="518">Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.</l><l n="519"><milestone ed="P" unit="para"/>τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης</l><l n="520">ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ</l><l n="521">οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,</l><l n="522">ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων</l><l n="523">νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν</l><l n="524">ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων</l><l n="525">ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα</l><l n="526">πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·</l><l n="527">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="528">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·</l><q><l n="529">ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,</l><l n="530">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·</l><l n="531">αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="532">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.</l></q><milestone ed="p" n="533" unit="card"/><l n="533"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα</l><l n="534">Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα</l><l n="535">Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι</l><l n="536">τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.</l><l n="537">τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·</l><l n="538">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="539">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·</l><l n="540">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="541"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους</l><l n="542">υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,</l><l n="543">τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ</l><l n="544">ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο</l><l n="545">Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,</l><l n="546">ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·</l><l n="547">Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,</l><l n="548">ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,</l><l n="549">Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="550">τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν</l><l n="551">Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,</l><l n="552">τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="553">ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.</l><l n="554">οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν</l><l n="555">ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·</l><l n="556">τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα</l><l n="557">σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ</l><l n="558">ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·</l><l n="559">τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε</l><l n="560">καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.</l><l n="561"><milestone ed="P" unit="para"/>τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,</l><l n="562">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l><l n="575">αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.</l><milestone ed="p" n="576" unit="card"/><l n="576"><milestone ed="P" unit="para"/>ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ</l><l n="577">ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.</l><l n="578">τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="579">ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·</l><l n="580">Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα</l><l n="581">ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·</l><l n="582">χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν</l><l n="583">ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.</l><l n="584">Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·</l><l n="585">αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου</l><l n="586">κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.</l><l n="587">δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·</l><l n="588">ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·</l><l n="589">τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.</l><l n="590"><milestone ed="P" unit="para"/>τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="591">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες</l><l n="592">καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,</l><l n="593">ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,</l><l n="594">Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,</l><l n="595">φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.</l><l n="596"><milestone ed="P" unit="para"/>τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="597">ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο</l><l n="598">στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι</l><l n="599">ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,</l><l n="600">ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·</l><q><l n="601">ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον</l><l n="602">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="603">τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·</l><l n="604">καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.</l><l n="605">ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω</l><l n="606">εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.</l></q><l n="607"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.</l><l n="608">ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης</l><l n="609">εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.</l><l n="610">τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·</l><l n="611">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="612">καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ</l><l n="613">ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα</l><l n="614">ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.</l><l n="615">τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,</l><l n="616">νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,</l><l n="617">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας</l><l n="618">τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν</l><l n="619">ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.</l><l n="620">αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος</l><l n="621">ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="622">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.</l><l n="623">δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,</l><l n="624">οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,</l><l n="625">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="626">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><milestone ed="p" n="627" unit="card"/><l n="627"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="628">Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε</l><l n="629">ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.</l><l n="630">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="631">υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,</l><l n="632">τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l><l n="686">ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε</l><l n="687">νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="688">εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,</l><l n="690">ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα</l><l n="691">ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="692">οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="693">εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·</l><l n="694">ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε</l><l n="695">ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.</l><l n="696">τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·</l><l n="697">αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο</l><l n="698">ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.</l><l n="699"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ</l><l n="700">οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν</l><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l><l n="707">Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,</l><l n="708">ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,</l><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l><l n="760">τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="761">ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;</l><l n="762">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα</l><l n="763">λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;</l></q><milestone ed="p" n="764" unit="card"/><l n="764"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="765">ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,</l><l n="766">ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.</l></q><l n="767"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="768">μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="769">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="770">ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="771">ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,</l><l n="772">τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.</l><l n="773">ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,</l><l n="774">ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,</l><l n="775">ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη</l><l n="776">λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·</l><l n="777">τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.</l><l n="778"><milestone ed="P" unit="para"/>αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι</l><l n="779">ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·</l><l n="780">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι</l><l n="781">ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο</l><l n="782">εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="783">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="784">ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη</l><l n="785">Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,</l><l n="786">ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·</l><q><l n="787">αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·</l><l n="788">ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,</l><l n="789">οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων</l><l n="790">οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·</l><l n="791">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.</l><milestone ed="p" n="792" unit="card"/></q><l n="792"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="793">Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="794">εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν</l><l n="795">ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.</l><l n="796">ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος</l><l n="797">ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,</l><l n="798">ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.</l><l n="799">ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·</l><q><l n="800">ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.</l><l n="801">Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·</l><l n="802">καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον</l><l n="803">οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν</l><l n="804">ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·</l><l n="805">δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·</l><l n="806">αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ</l><l n="807">κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="808">ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.</l><l n="809">σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,</l><l n="810">καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·</l><l n="811">ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν</l><l n="812">ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα</l><l n="813">Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.</l></q><l n="814"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="815">γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·</l><l n="816">τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="817">οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,</l><l n="818">ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·</l></q></div></div></body></text></TEI>