Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;