<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="447">ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα</l><l n="448">ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·</l><l n="449">αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="450">αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,</l><l n="451">ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ</l><l n="452">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="453">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="454">δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="455">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,</l><l n="456">οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν</l><l n="457">Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;</l><l n="458">Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="459">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.</l><milestone ed="p" n="460" unit="card"/></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,</l><l n="461">Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν</l><l n="462">εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·</l><l n="463">υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·</l><q><l n="464">ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος</l><l n="465">ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;</l><l n="466">ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;</l><l n="467">κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ</l><l n="468">Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·</l><l n="469">ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.</l></q><l n="470"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="471">ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·</l><q><l n="472">Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;</l><l n="473">φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων</l><l n="474">οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.</l><l n="475">τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,</l></q></div></div></body></text></TEI>