Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες. οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι. οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα. τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες· ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων· ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον, ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην, τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν. οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ· τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης, τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας· Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους· χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν. Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην· αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους. δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης· ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι· τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ, ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης· ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω, ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει· καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας· στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε