<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="443"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω</l><l n="444">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="445">Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων</l><l n="446">Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.</l><l n="447">ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα</l><l n="448">ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·</l><l n="449">αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="450">αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,</l><l n="451">ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ</l><l n="452">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="453">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="454">δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·</l></div></div></body></text></TEI>