<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="425">πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="427">καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·</l><q><l n="428">οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,</l><l n="429">ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,</l><l n="430">ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.</l></q><l n="431"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="432">Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="433">γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·</l><l n="434">ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ</l><l n="435">Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.</l><l n="436">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="437">τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·</l><l n="438">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="439">δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="440">φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν</l><l n="441">ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον</l><l n="442">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.</l></q><l n="443"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω</l><l n="444">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="445">Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων</l><l n="446">Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.</l><l n="447">ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα</l><l n="448">ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·</l><l n="449">αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="450">αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,</l><l n="451">ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ</l><l n="452">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="453">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="454">δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="455">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,</l><l n="456">οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν</l><l n="457">Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;</l><l n="458">Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="459">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.</l><milestone ed="p" n="460" unit="card"/></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,</l><l n="461">Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν</l><l n="462">εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·</l><l n="463">υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·</l><q><l n="464">ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος</l><l n="465">ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;</l><l n="466">ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;</l><l n="467">κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ</l><l n="468">Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·</l><l n="469">ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.</l></q><l n="470"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l></div></div></body></text></TEI>