κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.