<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="418">αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη</l><l n="419">κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.</l><l n="420">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="421">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;</l><l n="422">ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα</l><l n="423">Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,</l><l n="424">τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων</l><l n="425">πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="427">καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·</l><q><l n="428">οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,</l><l n="429">ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,</l><l n="430">ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.</l></q><l n="431"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="432">Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="433">γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·</l><l n="434">ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ</l><l n="435">Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.</l><l n="436">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="437">τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·</l><l n="438">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="439">δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="440">φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν</l><l n="441">ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον</l><l n="442">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.</l></q><l n="443"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω</l><l n="444">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="445">Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων</l><l n="446">Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.</l></div></div></body></text></TEI>