<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="407">ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,</l><l n="408">οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν</l><l n="409">ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><l n="410">τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,</l><l n="411">φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,</l><l n="412">μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη</l><l n="413">ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ</l><l n="414">κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν</l><l n="415">ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.</l></q><milestone ed="p" n="416" unit="card"/><l n="416"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·</l><l n="417">ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.</l><l n="418">αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη</l><l n="419">κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.</l></div></div></body></text></TEI>