<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l><l n="395">τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,</l><l n="396">εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο</l><l n="397">ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·</l><l n="398">αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον</l><l n="399">κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς</l><l n="400">ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.</l><l n="401">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="402">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.</l><l n="403">σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,</l><l n="404">ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.</l><l n="405">σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="406">νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς</l><l n="407">ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,</l><l n="408">οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν</l><l n="409">ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><l n="410">τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,</l><l n="411">φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,</l><l n="412">μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη</l><l n="413">ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ</l><l n="414">κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν</l><l n="415">ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.</l></q><milestone ed="p" n="416" unit="card"/><l n="416"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·</l><l n="417">ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.</l><l n="418">αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη</l><l n="419">κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.</l><l n="420">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="421">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;</l><l n="422">ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα</l><l n="423">Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,</l><l n="424">τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων</l><l n="425">πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="427">καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·</l><q><l n="428">οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,</l><l n="429">ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,</l><l n="430">ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.</l></q><l n="431"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="432">Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="433">γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·</l><l n="434">ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ</l><l n="435">Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.</l><l n="436">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="437">τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·</l><l n="438">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="439">δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="440">φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν</l><l n="441">ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον</l><l n="442">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.</l></q><l n="443"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω</l><l n="444">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="445">Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων</l><l n="446">Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.</l><l n="447">ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα</l><l n="448">ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·</l><l n="449">αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="450">αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,</l><l n="451">ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ</l><l n="452">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="453">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="454">δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="455">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,</l><l n="456">οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν</l><l n="457">Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;</l><l n="458">Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="459">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.</l><milestone ed="p" n="460" unit="card"/></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,</l><l n="461">Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν</l><l n="462">εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·</l><l n="463">υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·</l><q><l n="464">ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος</l><l n="465">ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;</l><l n="466">ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;</l><l n="467">κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ</l><l n="468">Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·</l><l n="469">ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.</l></q><l n="470"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="471">ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·</l><q><l n="472">Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;</l><l n="473">φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων</l><l n="474">οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.</l><l n="475">τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,</l><l n="476">ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·</l><l n="477">ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.</l><l n="478">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·</l><l n="479">τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,</l><l n="480">ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,</l><l n="481">κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.</l><l n="482">ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς</l><l n="483">ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον</l><l n="484">οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·</l><l n="485">τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις</l><l n="486">λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.</l><l n="487">μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου</l><l n="488">ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·</l><l n="489">οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.</l><l n="490">σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ</l><l n="491">ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων</l><l n="492">νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.</l><milestone ed="p" n="493" unit="card"/></q><l n="493"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·</l><l n="494">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="495">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="496">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="497">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="498">Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.</l><l n="499">ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς</l><l n="500">ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ</l><l n="501">κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,</l></div></div></body></text></TEI>