<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l><l n="395">τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,</l><l n="396">εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο</l><l n="397">ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·</l><l n="398">αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον</l><l n="399">κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς</l><l n="400">ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.</l><l n="401">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="402">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.</l><l n="403">σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,</l><l n="404">ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.</l><l n="405">σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="406">νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς</l><l n="407">ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,</l><l n="408">οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν</l><l n="409">ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><l n="410">τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,</l></q></div></div></body></text></TEI>