<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="383">πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="384">ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.</l><l n="385">τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης</l><l n="386">παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·</l><l n="387">χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·</l><l n="388">καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,</l><l n="389">εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια</l><l n="390">Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα</l><l n="391">ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.</l><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l></q></div></div></body></text></TEI>