τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων· τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες. τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.