ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ· ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.