<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="335">ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς</l><l n="336">ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ</l><l n="337">ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν</l><l n="338">ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,</l><l n="339">πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο</l><l n="340">ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·</l><l n="341">οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,</l><l n="342">τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.</l><l n="343">ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·</l><l n="344">καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="345">κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων</l><l n="346">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·</l></div></div></body></text></TEI>