γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων, ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον, τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν· καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο· τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος· ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι. ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς· τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω· ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,