Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα, αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,