<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="319">οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων</l><l n="320">τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="321">ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους</l><l n="322">νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="323">Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους</l><l n="324">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="325">δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης</l><l n="326">τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,</l><l n="327">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="328">ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,</l><l n="329">αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους</l><l n="330">ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ</l><l n="331">γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων</l><l n="332">τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,</l><l n="333">οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.</l><l n="334">ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,</l><l n="335">ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς</l><l n="336">ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ</l><l n="337">ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν</l><l n="338">ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,</l><l n="339">πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο</l><l n="340">ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·</l><l n="341">οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,</l><l n="342">τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.</l><l n="343">ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·</l><l n="344">καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="345">κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων</l><l n="346">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·</l><l n="347">τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="348">εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·</l><l n="349">ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;</l><l n="350">εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω</l><l n="351">ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·</l><l n="353">τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου</l><l n="354">ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.</l><l n="355">εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα</l><l n="356">ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·</l><l n="357">ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο</l><l n="358">πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·</l><q><l n="359">φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,</l><l n="360">ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.</l><l n="361">λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ</l><l n="362">Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.</l><milestone ed="p" n="363" unit="card"/></q><l n="363"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·</l><l n="364">ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,</l><l n="365">πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="366">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="367">αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·</l><l n="368">ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις</l><l n="369">λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·</l><l n="370">ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη</l><l n="371">μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,</l><l n="372">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·</l><q><l n="373">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="374">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="375"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·</l><q><l n="376">οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,</l><l n="377">οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο</l><l n="378">Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.</l><l n="379">οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,</l><l n="380">ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·</l><q><l n="382">τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·</l><l n="383">πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="384">ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.</l><l n="385">τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης</l><l n="386">παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·</l><l n="387">χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·</l><l n="388">καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,</l><l n="389">εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια</l><l n="390">Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα</l><l n="391">ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.</l><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l><l n="395">τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,</l><l n="396">εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο</l></q></div></div></body></text></TEI>