<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="313">μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·</l><l n="314">ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,</l><l n="315">πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν</l><l n="316">ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων</l><l n="317">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.</l><milestone ed="p" n="318" unit="card"/><l n="318"><milestone ed="P" unit="para"/>ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·</l><l n="319">οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων</l><l n="320">τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="321">ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους</l><l n="322">νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="323">Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους</l><l n="324">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="325">δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης</l><l n="326">τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,</l><l n="327">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="328">ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,</l><l n="329">αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους</l><l n="330">ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ</l><l n="331">γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων</l><l n="332">τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,</l><l n="333">οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.</l><l n="334">ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,</l><l n="335">ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς</l><l n="336">ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ</l><l n="337">ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν</l><l n="338">ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,</l><l n="339">πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο</l><l n="340">ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·</l><l n="341">οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,</l><l n="342">τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.</l><l n="343">ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·</l><l n="344">καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="345">κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων</l><l n="346">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·</l><l n="347">τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="348">εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·</l><l n="349">ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;</l><l n="350">εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω</l><l n="351">ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·</l><l n="353">τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου</l><l n="354">ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.</l><l n="355">εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα</l><l n="356">ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·</l><l n="357">ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο</l><l n="358">πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·</l><q><l n="359">φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,</l><l n="360">ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.</l><l n="361">λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ</l><l n="362">Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.</l><milestone ed="p" n="363" unit="card"/></q><l n="363"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·</l><l n="364">ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,</l><l n="365">πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="366">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="367">αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·</l><l n="368">ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις</l><l n="369">λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·</l><l n="370">ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη</l><l n="371">μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,</l><l n="372">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·</l><q><l n="373">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="374">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="375"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·</l><q><l n="376">οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,</l><l n="377">οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο</l><l n="378">Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.</l><l n="379">οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,</l><l n="380">ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·</l><q><l n="382">τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·</l><l n="383">πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="384">ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.</l><l n="385">τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης</l><l n="386">παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·</l><l n="387">χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·</l><l n="388">καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,</l><l n="389">εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια</l><l n="390">Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα</l><l n="391">ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.</l><l n="392">τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος</l><l n="393">δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι</l><l n="394">βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.</l><l n="395">τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,</l><l n="396">εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο</l><l n="397">ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·</l><l n="398">αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον</l><l n="399">κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς</l><l n="400">ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.</l><l n="401">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="402">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.</l><l n="403">σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,</l><l n="404">ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.</l><l n="405">σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="406">νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς</l><l n="407">ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,</l><l n="408">οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν</l><l n="409">ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><l n="410">τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,</l><l n="411">φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,</l><l n="412">μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη</l><l n="413">ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ</l><l n="414">κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν</l><l n="415">ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.</l></q><milestone ed="p" n="416" unit="card"/><l n="416"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·</l><l n="417">ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.</l><l n="418">αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη</l><l n="419">κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.</l><l n="420">τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="421">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;</l><l n="422">ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα</l><l n="423">Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,</l><l n="424">τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων</l><l n="425">πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="427">καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·</l><q><l n="428">οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,</l><l n="429">ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,</l><l n="430">ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.</l></q><l n="431"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="432">Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="433">γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·</l><l n="434">ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ</l><l n="435">Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.</l><l n="436">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="437">τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·</l><l n="438">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="439">δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="440">φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν</l><l n="441">ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον</l><l n="442">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.</l></q><l n="443"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω</l><l n="444">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="445">Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων</l><l n="446">Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.</l><l n="447">ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα</l><l n="448">ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·</l><l n="449">αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="450">αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,</l><l n="451">ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ</l><l n="452">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="453">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="454">δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="455">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,</l><l n="456">οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν</l><l n="457">Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;</l><l n="458">Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="459">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.</l><milestone ed="p" n="460" unit="card"/></q><l n="460"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,</l><l n="461">Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν</l><l n="462">εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·</l><l n="463">υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·</l><q><l n="464">ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος</l><l n="465">ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;</l><l n="466">ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;</l><l n="467">κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ</l><l n="468">Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·</l><l n="469">ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.</l></q><l n="470"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="471">ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·</l><q><l n="472">Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;</l><l n="473">φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων</l><l n="474">οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.</l><l n="475">τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,</l><l n="476">ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·</l><l n="477">ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.</l><l n="478">καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·</l><l n="479">τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,</l><l n="480">ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,</l><l n="481">κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.</l><l n="482">ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς</l><l n="483">ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον</l><l n="484">οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·</l><l n="485">τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις</l><l n="486">λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.</l><l n="487">μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου</l><l n="488">ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·</l><l n="489">οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.</l><l n="490">σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ</l><l n="491">ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων</l><l n="492">νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.</l><milestone ed="p" n="493" unit="card"/></q><l n="493"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·</l><l n="494">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="495">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="496">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="497">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="498">Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.</l><l n="499">ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς</l><l n="500">ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ</l><l n="501">κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,</l><l n="502">αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ</l><l n="503">λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν</l><l n="504">οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων</l><l n="505">ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.</l><l n="506">οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα</l><l n="507">θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων</l><l n="508">πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς</l><l n="509">Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει</l><l n="510">Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην</l><l n="511">οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.</l><l n="512">αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο</l><l n="513">ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.</l><l n="514">Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,</l><l n="515">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα</l><l n="516">καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.</l><l n="517">οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν</l><l n="518">Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.</l><l n="519"><milestone ed="P" unit="para"/>τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης</l><l n="520">ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ</l><l n="521">οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,</l><l n="522">ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων</l><l n="523">νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν</l><l n="524">ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων</l><l n="525">ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα</l><l n="526">πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·</l><l n="527">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="528">Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·</l><q><l n="529">ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,</l><l n="530">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·</l><l n="531">αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="532">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.</l></q><milestone ed="p" n="533" unit="card"/><l n="533"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα</l><l n="534">Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα</l><l n="535">Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι</l><l n="536">τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.</l><l n="537">τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·</l><l n="538">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="539">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·</l><l n="540">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="541"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους</l><l n="542">υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,</l><l n="543">τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ</l><l n="544">ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο</l><l n="545">Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,</l><l n="546">ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·</l><l n="547">Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,</l><l n="548">ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,</l><l n="549">Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="550">τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν</l><l n="551">Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,</l><l n="552">τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="553">ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.</l><l n="554">οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν</l><l n="555">ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·</l><l n="556">τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα</l><l n="557">σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ</l><l n="558">ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·</l><l n="559">τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε</l><l n="560">καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.</l><l n="561"><milestone ed="P" unit="para"/>τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,</l><l n="562">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l><l n="575">αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.</l><milestone ed="p" n="576" unit="card"/><l n="576"><milestone ed="P" unit="para"/>ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ</l><l n="577">ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.</l><l n="578">τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="579">ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·</l><l n="580">Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα</l><l n="581">ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·</l><l n="582">χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν</l><l n="583">ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.</l><l n="584">Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·</l><l n="585">αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου</l><l n="586">κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.</l><l n="587">δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·</l><l n="588">ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·</l><l n="589">τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.</l><l n="590"><milestone ed="P" unit="para"/>τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="591">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες</l><l n="592">καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,</l><l n="593">ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,</l><l n="594">Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,</l><l n="595">φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.</l><l n="596"><milestone ed="P" unit="para"/>τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="597">ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο</l><l n="598">στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι</l><l n="599">ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,</l><l n="600">ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·</l><q><l n="601">ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον</l><l n="602">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="603">τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·</l><l n="604">καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.</l><l n="605">ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω</l><l n="606">εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.</l></q><l n="607"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.</l><l n="608">ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης</l><l n="609">εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.</l><l n="610">τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·</l><l n="611">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="612">καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ</l><l n="613">ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα</l><l n="614">ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.</l><l n="615">τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,</l><l n="616">νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,</l><l n="617">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας</l><l n="618">τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν</l><l n="619">ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.</l><l n="620">αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος</l><l n="621">ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="622">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.</l><l n="623">δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,</l><l n="624">οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,</l><l n="625">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="626">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><milestone ed="p" n="627" unit="card"/><l n="627"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="628">Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε</l><l n="629">ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.</l><l n="630">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="631">υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,</l><l n="632">τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l></q></div></div></body></text></TEI>