<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="302">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="303">Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="304">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="305">τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς</l><l n="306">ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·</l><l n="307">θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·</l><l n="308">ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="309">ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="310">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.</l><l n="311"><milestone ed="P" unit="para"/>καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,</l><l n="312">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="313">μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·</l><l n="314">ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,</l><l n="315">πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν</l><l n="316">ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων</l><l n="317">χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.</l><milestone ed="p" n="318" unit="card"/><l n="318"><milestone ed="P" unit="para"/>ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·</l><l n="319">οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων</l><l n="320">τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="321">ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους</l><l n="322">νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="323">Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους</l><l n="324">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="325">δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης</l><l n="326">τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,</l><l n="327">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="328">ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,</l><l n="329">αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους</l><l n="330">ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ</l></div></div></body></text></TEI>