τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων· βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν, ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν· ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε, πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου· αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη· δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς· ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν, ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη, Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι· δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ· τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει, ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται· αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται, αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς· ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης. ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα· ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν· εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν. εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην· ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν· ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ. τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως, πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω, τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί. ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι· Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων, ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας. τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε. Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε· ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι· ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα, αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων, ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον, τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν· καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο· τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος· ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι. ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς· τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω· ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί. λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο. ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους· ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον· ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ· ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων· τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες. τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος. τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν· αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο. σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων, ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ· ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων· ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων, τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων· ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων. ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες. οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι. οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα. τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες· ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων· ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον, ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην, τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν. οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ· τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης, τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας· Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους· χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν. Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην· αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους. δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης· ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι· τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ, ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης· ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω, ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει· καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας· στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί; ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς· σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε· Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ· ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην, ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν· δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν· ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους· εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι; τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε· τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα· αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί· ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται. ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής· καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω, καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο. τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω. οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας· οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ. τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται. ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε, χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν· ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν· τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν, αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι· καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι. δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ· τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες. σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος· ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον· ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι· τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα· ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων. Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος