<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="278">ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·</l><l n="279">νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="280" unit="card"/><l n="280"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="281">καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ</l><l n="282">αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·</l><l n="283">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="284">βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω</l><l n="285">δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.</l></q><l n="286"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="287">ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω</l><l n="288">πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα</l><l n="289">αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.</l></q><l n="290"><milestone ed="P" unit="para"/>ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη</l><l n="291">ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.</l><l n="292">τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,</l><l n="293">αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·</l><l n="294">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ</l><l n="295">αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι</l><l n="296">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l></div></div></body></text></TEI>