ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας. τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.