<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="259">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="260">αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ</l><l n="261">ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους</l><l n="262">αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="263">Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,</l><l n="264">ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="265">τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς</l><l n="266">δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι</l><l n="267">ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,</l><l n="268">τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης</l><l n="269">λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·</l><l n="270">τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.</l><l n="271">τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,</l><l n="272">τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.</l><l n="273">εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.</l></q><l n="274"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="275">τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.</l><l n="276">τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="277">καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ</l></q></div></div></body></text></TEI>