τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι· Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων, ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας. τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε. Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε· ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι· ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·