<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="241">τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,</l><l n="242">αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="243">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="244">ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι</l><l n="245">ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς</l><l n="246">Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·</l><l n="247">Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο</l><l n="248">εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.</l><l n="249">ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω</l><l n="250">θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.</l></q><l n="251"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="252">μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.</l><l n="253">οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι</l><l n="254">οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·</l><l n="255">ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως</l><l n="256">ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.</l><l n="257">τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι</l><l n="258">ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.</l><l n="259">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="260">αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ</l><l n="261">ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους</l><l n="262">αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="263">Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,</l><l n="264">ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="265">τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς</l><l n="266">δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι</l><l n="267">ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,</l><l n="268">τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης</l><l n="269">λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·</l><l n="270">τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.</l><l n="271">τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,</l><l n="272">τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.</l><l n="273">εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.</l></q><l n="274"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="275">τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.</l><l n="276">τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="277">καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ</l><l n="278">ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·</l><l n="279">νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="280" unit="card"/><l n="280"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="281">καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ</l><l n="282">αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·</l><l n="283">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="284">βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω</l><l n="285">δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.</l></q><l n="286"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l></div></div></body></text></TEI>