<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="240">ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.</l><l n="241">τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,</l><l n="242">αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="243">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="244">ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι</l><l n="245">ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς</l><l n="246">Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·</l><l n="247">Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο</l><l n="248">εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.</l><l n="249">ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω</l><l n="250">θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.</l></q><l n="251"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="252">μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.</l><l n="253">οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι</l><l n="254">οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·</l><l n="255">ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως</l><l n="256">ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.</l><l n="257">τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι</l><l n="258">ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.</l></q></div></div></body></text></TEI>