ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην· ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν· ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς