τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν· εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν. εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην· ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν· ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ. τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως, πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα