<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="164">βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·</l><l n="165">ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.</l><l n="166"><milestone ed="P" unit="para"/>τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,</l><l n="167">βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων</l><l n="168">Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·</l><l n="169">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,</l><l n="170">στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·</l><q><l n="171">Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ</l><l n="172">καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,</l><l n="173">οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.</l><l n="174">ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν</l><l n="175">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="176">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·</l><l n="177">εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν</l><l n="178">ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.</l></q><l n="179"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="180">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="181">Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,</l><l n="182">ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,</l></q></div></div></body></text></TEI>