τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς