<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l><l n="144"><milestone ed="P" unit="para"/>ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,</l><l n="145">τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,</l><l n="146">τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον</l><l n="147">πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.</l><l n="148">τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον</l><l n="149">υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·</l><l n="150">τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,</l><l n="151">ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·</l><l n="152">βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε</l><l n="153">ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,</l><l n="154">υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.</l><l n="155">ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν</l><l n="156">ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ</l><l n="157">λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε</l><l n="158">δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.</l><milestone ed="p" n="159" unit="card"/><l n="159"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο</l><l n="160">εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.</l><l n="161">ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ</l><l n="162">πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,</l><l n="163">ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς</l><l n="164">βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·</l><l n="165">ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.</l><l n="166"><milestone ed="P" unit="para"/>τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,</l><l n="167">βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων</l><l n="168">Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·</l><l n="169">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,</l><l n="170">στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·</l><q><l n="171">Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ</l><l n="172">καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,</l><l n="173">οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.</l><l n="174">ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν</l><l n="175">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="176">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·</l><l n="177">εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν</l><l n="178">ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.</l></q><l n="179"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="180">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="181">Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,</l><l n="182">ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,</l><l n="183">ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.</l><l n="184">εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς</l><l n="185">οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι</l><l n="186">ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,</l><l n="187">ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.</l><l n="188">ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον</l></q></div></div></body></text></TEI>