<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l><l n="144"><milestone ed="P" unit="para"/>ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,</l><l n="145">τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,</l><l n="146">τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον</l><l n="147">πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.</l><l n="148">τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον</l><l n="149">υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·</l><l n="150">τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,</l><l n="151">ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·</l><l n="152">βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε</l><l n="153">ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,</l><l n="154">υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.</l><l n="155">ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν</l><l n="156">ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ</l></div></div></body></text></TEI>