<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l><l n="144"><milestone ed="P" unit="para"/>ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,</l><l n="145">τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,</l><l n="146">τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον</l><l n="147">πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.</l><l n="148">τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον</l><l n="149">υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·</l><l n="150">τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,</l><l n="151">ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·</l><l n="152">βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε</l><l n="153">ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,</l><l n="154">υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.</l><l n="155">ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν</l><l n="156">ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ</l><l n="157">λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε</l><l n="158">δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.</l><milestone ed="p" n="159" unit="card"/><l n="159"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο</l><l n="160">εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.</l><l n="161">ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ</l><l n="162">πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,</l><l n="163">ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς</l><l n="164">βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·</l><l n="165">ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.</l><l n="166"><milestone ed="P" unit="para"/>τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,</l><l n="167">βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων</l><l n="168">Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·</l><l n="169">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,</l><l n="170">στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·</l><q><l n="171">Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ</l><l n="172">καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,</l><l n="173">οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.</l><l n="174">ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν</l><l n="175">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="176">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·</l><l n="177">εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν</l><l n="178">ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.</l></q><l n="179"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="180">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="181">Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,</l><l n="182">ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,</l><l n="183">ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.</l><l n="184">εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς</l><l n="185">οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι</l><l n="186">ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,</l><l n="187">ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.</l><l n="188">ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον</l><l n="189">δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·</l><l n="190">καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,</l><l n="191">ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.</l><l n="192">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·</l><l n="193">ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι</l><l n="194">καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι</l><l n="195">πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι</l><l n="196">ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.</l><l n="197">ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων</l><l n="198">ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·</l><l n="199">ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα</l><l n="200">ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·</l><milestone ed="p" n="201" unit="card"/><l n="201">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·</l><l n="202">ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς</l><l n="203">ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.</l><l n="204">ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα</l><l n="205">τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.</l><l n="206">ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα</l><l n="207">Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν</l><l n="208">ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.</l><l n="209">τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα</l><l n="210">ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν</l><l n="211">ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.</l><l n="212">εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι</l><l n="213">πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="214">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς</l><l n="215">εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην</l><l n="216">χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="218">μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,</l><l n="219">πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="220">ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.</l><l n="221">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="222">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="223">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·</l><l n="224">τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε</l><l n="225">Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.</l><l n="226">ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="227">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·</l><l n="228">ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="229"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="230">Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·</l><l n="231">μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα</l><l n="232">οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·</l><l n="233">μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον</l><l n="234">ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,</l><l n="235">νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς</l><l n="236">αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.</l><l n="237">ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,</l><l n="238">τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.</l><milestone ed="p" n="239" unit="card"/></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες</l><l n="240">ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.</l><l n="241">τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,</l><l n="242">αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="243">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="244">ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι</l><l n="245">ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς</l><l n="246">Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·</l><l n="247">Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο</l><l n="248">εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.</l><l n="249">ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω</l><l n="250">θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.</l></q><l n="251"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="252">μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.</l><l n="253">οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι</l><l n="254">οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·</l><l n="255">ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως</l><l n="256">ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.</l><l n="257">τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι</l><l n="258">ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.</l><l n="259">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="260">αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ</l><l n="261">ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους</l><l n="262">αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="263">Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,</l><l n="264">ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="265">τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς</l><l n="266">δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι</l><l n="267">ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,</l><l n="268">τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης</l><l n="269">λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·</l><l n="270">τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.</l><l n="271">τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,</l><l n="272">τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.</l><l n="273">εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.</l></q><l n="274"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="275">τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.</l><l n="276">τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="277">καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ</l><l n="278">ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·</l><l n="279">νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="280" unit="card"/><l n="280"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l></div></div></body></text></TEI>