<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="107">ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν</l><l n="108">ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·</l><q><l n="109">ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,</l><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l></q></div></div></body></text></TEI>