<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="10">ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην</l><l n="11">Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="12">τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·</l><l n="13">τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.</l><l n="14">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="15">Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·</l><l n="16">Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="17">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="18">Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="19">ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.</l><l n="20">Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,</l><l n="21">οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·</l><l n="22">οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,</l><l n="23">ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,</l><l n="24">ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.</l><l n="25">ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς</l><l n="26">δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="27">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος</l><l n="28">τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,</l><l n="29">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="30">χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·</l><q><l n="31">Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα</l><l n="32">οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς</l><l n="33">μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,</l><l n="34">νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;</l></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·</l><l n="36">τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,</l><l n="37">Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος</l><l n="38">ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="39">ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·</l><l n="40">πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="41">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="42">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><milestone ed="p" n="43" unit="card"/><l n="43"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν</l><l n="44">Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.</l><l n="45">τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ</l><l n="46">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="47">ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.</l><l n="48"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·</l><l n="49">υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης</l><l n="50">Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="51">ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ</l><l n="52">βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·</l><l n="53">ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="54">οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·</l><l n="55">ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="56">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ</l><l n="57">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,</l><l n="58">ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="59"><milestone ed="P" unit="para"/>Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν</l><l n="60">Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα</l><l n="61">τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·</l><l n="62">ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας</l><l n="63">ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο</l><l n="64">οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.</l><l n="65">τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων</l><l n="66">βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ</l><l n="67">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·</l><l n="68">γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.</l><l n="69"><milestone ed="P" unit="para"/>Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν</l><l n="70">ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ</l><l n="71">ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.</l><l n="72">τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="73">βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·</l><l n="74">ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·</l><l n="75">ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.</l><l n="76"><milestone ed="P" unit="para"/>Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον</l><l n="77">υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου</l><l n="78">ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,</l><l n="79">τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="80">πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον</l><l n="81">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·</l><l n="82">αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε</l><l n="83">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><milestone ed="p" n="84" unit="card"/><l n="84"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="85">Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη</l><l n="86">ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.</l><l n="87">θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς</l><l n="88">χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·</l><l n="89">τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,</l><l n="90">οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων</l><l n="91">ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="92">πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·</l><l n="93">ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες</l><l n="94">Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.</l><l n="95"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="96">θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,</l><l n="97">αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,</l><l n="98">καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον</l><l n="99">θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,</l><l n="100">ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.</l><l n="101">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="102">ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·</l><l n="103">βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι</l><l n="104">δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με</l><l n="105">ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.</l></q><l n="106"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,</l><l n="107">ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν</l><l n="108">ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·</l><q><l n="109">ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,</l><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="116">εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης</l><l n="117">δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·</l><l n="118">δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν</l><l n="119">ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι</l><l n="120">δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.</l><milestone ed="p" n="121" unit="card"/></q><l n="121"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,</l><l n="122">γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·</l><l n="123">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="124">θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="125">ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα</l><l n="126">ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·</l><l n="127">ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,</l><l n="128">ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l><l n="129">τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται</l><l n="130">μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="131">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="132">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="134">Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη</l><l n="135">καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·</l><l n="136">δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα</l><l n="137">ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι</l><l n="138">χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·</l><l n="139">τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,</l><l n="140">ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·</l><l n="141">αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,</l><l n="142">αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·</l><l n="143">ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.</l><l n="144"><milestone ed="P" unit="para"/>ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,</l><l n="145">τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,</l><l n="146">τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον</l><l n="147">πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.</l><l n="148">τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον</l><l n="149">υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·</l><l n="150">τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,</l><l n="151">ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·</l><l n="152">βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε</l><l n="153">ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,</l><l n="154">υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.</l><l n="155">ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν</l><l n="156">ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ</l><l n="157">λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε</l><l n="158">δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.</l><milestone ed="p" n="159" unit="card"/><l n="159"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο</l><l n="160">εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.</l><l n="161">ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ</l><l n="162">πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,</l><l n="163">ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς</l><l n="164">βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·</l><l n="165">ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.</l><l n="166"><milestone ed="P" unit="para"/>τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,</l><l n="167">βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων</l><l n="168">Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·</l><l n="169">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,</l><l n="170">στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·</l><q><l n="171">Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ</l><l n="172">καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,</l><l n="173">οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.</l><l n="174">ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν</l><l n="175">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="176">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·</l><l n="177">εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν</l><l n="178">ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.</l></q><l n="179"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="180">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="181">Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,</l><l n="182">ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,</l><l n="183">ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.</l><l n="184">εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς</l><l n="185">οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι</l><l n="186">ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,</l><l n="187">ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.</l><l n="188">ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον</l><l n="189">δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·</l><l n="190">καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,</l><l n="191">ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.</l><l n="192">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·</l><l n="193">ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι</l><l n="194">καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι</l><l n="195">πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι</l><l n="196">ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.</l><l n="197">ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων</l><l n="198">ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·</l><l n="199">ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα</l><l n="200">ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·</l><milestone ed="p" n="201" unit="card"/><l n="201">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·</l><l n="202">ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς</l><l n="203">ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.</l><l n="204">ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα</l><l n="205">τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.</l><l n="206">ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα</l><l n="207">Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν</l><l n="208">ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.</l><l n="209">τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα</l><l n="210">ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν</l><l n="211">ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.</l><l n="212">εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι</l><l n="213">πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="214">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς</l><l n="215">εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην</l><l n="216">χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="218">μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,</l><l n="219">πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="220">ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.</l><l n="221">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="222">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="223">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·</l><l n="224">τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε</l><l n="225">Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.</l><l n="226">ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="227">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·</l><l n="228">ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="229"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="230">Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·</l><l n="231">μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα</l><l n="232">οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·</l><l n="233">μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον</l><l n="234">ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,</l><l n="235">νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς</l><l n="236">αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.</l><l n="237">ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,</l><l n="238">τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.</l><milestone ed="p" n="239" unit="card"/></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες</l><l n="240">ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.</l><l n="241">τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,</l><l n="242">αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="243">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,</l><l n="244">ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι</l><l n="245">ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς</l><l n="246">Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·</l><l n="247">Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο</l><l n="248">εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.</l><l n="249">ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω</l><l n="250">θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.</l></q><l n="251"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="252">μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.</l><l n="253">οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι</l><l n="254">οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·</l><l n="255">ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως</l><l n="256">ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.</l><l n="257">τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι</l><l n="258">ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.</l><l n="259">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="260">αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ</l><l n="261">ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους</l><l n="262">αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,</l><l n="263">Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,</l><l n="264">ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="265">τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς</l><l n="266">δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι</l><l n="267">ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,</l></q></div></div></body></text></TEI>