<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="93">ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.</l><l n="94">τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,</l><l n="95">πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,</l><l n="96">ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.</l><l n="97">τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,</l><l n="98">αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν</l><l n="99">σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.</l><l n="100">ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,</l><l n="101">εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="102">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="103">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l></q></div></div></body></text></TEI>