ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο, εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας