<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="72">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="73"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="74">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="75">οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="76">ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν</l><l n="77">λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·</l><l n="78">τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,</l><l n="79">κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="80">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="81">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="82">ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ</l><l n="83">ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι</l><l n="84">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><milestone ed="p" n="85" unit="card"/></q><l n="85"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.</l><l n="86">ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον</l><l n="87">Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,</l><l n="88">Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.</l><l n="89">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="90">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="91">λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·</l><l n="92">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="93">ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.</l><l n="94">τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,</l><l n="95">πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,</l><l n="96">ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.</l></q></div></div></body></text></TEI>