<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="68"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="69">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="70">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="71">πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς</l><l n="72">ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.</l></q><l n="73"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="74">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="75">οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="76">ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν</l><l n="77">λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·</l><l n="78">τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,</l><l n="79">κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας</l><l n="80">Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="81">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="82">ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ</l><l n="83">ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι</l><l n="84">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><milestone ed="p" n="85" unit="card"/></q><l n="85"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.</l><l n="86">ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον</l><l n="87">Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,</l><l n="88">Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.</l><l n="89">εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="90">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="91">λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·</l><l n="92">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="93">ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.</l><l n="94">τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,</l><l n="95">πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,</l><l n="96">ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.</l><l n="97">τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,</l><l n="98">αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν</l><l n="99">σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.</l><l n="100">ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,</l><l n="101">εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="102">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="103">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l></q><l n="104"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·</l><l n="105">αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς</l><l n="106">ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας</l><l n="107">πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι</l><l n="108">βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.</l><l n="109">τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·</l><l n="110">καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,</l><l n="111">πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.</l><l n="112">καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ</l><l n="113">ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι</l><l n="114">μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="115">πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.</l><l n="116">αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν</l><l n="117">ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·</l><l n="118">αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,</l><l n="119">εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="120">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="121">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l><l n="122">ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·</l><l n="123">νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.</l><l n="124">αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,</l><l n="125">λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς</l><l n="126">ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.</l><milestone ed="p" n="127" unit="card"/><l n="127"><milestone ed="P" unit="para"/>οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο</l><l n="128">ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,</l><l n="129">ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.</l><l n="130">ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ</l><l n="131">παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,</l><l n="132">αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες</l><l n="133">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.</l><l n="134">ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·</l><l n="135">διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,</l><l n="136">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο</l><l n="137">μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,</l><l n="138">ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.</l><l n="139">ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·</l><l n="140">αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.</l><l n="141"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ</l><l n="142">Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·</l><l n="143">κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο</l><l n="144">ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,</l><l n="145">ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·</l><l n="146">τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ</l><l n="147">εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.</l><l n="148"><milestone ed="P" unit="para"/>ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="149">ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·</l><l n="150">ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.</l><l n="151">ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας</l><l n="152">ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.</l><l n="153">τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων</l></div></div></body></text></TEI>